Monday, February 13, 2017
Some Plurals of Personal Names in Greek
Lucian, Menippus 17:
Newer› ‹Older
πολλοὺς δὲ καὶ ἄλλους ἦν ἰδεῖν ἐν ταῖς τριόδοις μεταιτοῦντας, Ξέρξας λέγω καὶ Δαρείους καὶ Πολυκράτας.Lucian, How to Write History 2:
ἀλλ᾿ ἀφ᾿ οὗ δὴ τὰ ἐν ποσὶ ταῦτα κεκίνηται—ὁ πόλεμος ὁ πρὸς τοὺς βαρβάρους καὶ τὸ ἐν Ἀρμενίᾳ τραῦμα καὶ αἱ συνεχεῖς νῖκαι—οὐδεὶς ὅστις οὐχ ἱστορίαν συγγράφει· μᾶλλον δὲ Θουκυδίδαι καὶ Ἡρόδοτοι καὶ Ξενοφῶντες ἡμῖν ἅπαντες...Lucian, Saturnalia 24:
...παῖδας δὲ αὐτῶν τοὺς ὡραίους καὶ κομήτας, οὓς Ὑακίνθους ἢ Ἀχιλλέας ἢ Ναρκίσσους ὀνομάζουσι...Lucian, Apology for the "Salaried Posts in Great Houses" 1 (I know that Pactolus is a river name, not a person's name):
πόσοι Μίδαι καὶ Κροῖσοι καὶ Πακτωλοὶ ὅλοι μετέπεισαν αὐτὸν ἀφεῖναι μὲν τὴν ἐκ παίδων φίλην καὶ σύντροφον ἐλευθερίαν...;Lucian, Hermotimus 35:
τί ποτ᾿ οὖν ἀδύνατον εἶναί σοι δοκεῖ, ἐντυγχάνοντά τινα μόνοις τοῖς Στωϊκοῖς λέγουσι τἀληθῆ πείθεσθαί τε αὐτοῖς καὶ μηκέτι δεῖσθαι τῶν ἄλλων εἰδότα ὡς οὐκ ἄν ποτε τὰ τέτταρα πέντε γένοιτο, οὐδ᾿ ἂν μυρίοι Πλάτωνες ἢ Πυθαγόραι λέγωσιν;Lucian, To One Who Said, "You're a Prometheus in Words" 2:
καὶ αὐτοὶ δὲ Ἀθηναῖοι τοὺς χυτρέας καὶ ἱπνοποιοὺς καὶ πάντας ὅσοι πηλουργοί Προμηθέας ἀπεκάλουν...Lucian, The Ship 46:
...ὥσπερ οἱ τοὺς βασιλεῖς ὑποκρινόμενοι τραγῳδοὶ ἐξελθόντες ἀπὸ τοῦ θεάτρου λιμώττοντες οἱ πολλοί, καὶ ταῦτα πρὸ ὀλίγου Ἀγαμέμνονες ὄντες ἢ Κρέοντες.See I. van Wageningen, "Cerdo sive de nominibus propriis Latinis appellativorum loco adhibitis," Mnemosyne 40 (1912) 147-172, and a series of posts at the Farrago blog:
- Plurals of personal names in Latin
- Plurals of personal names from mythology
- Plurals of regional names