Friday, September 27, 2019

 

The Brain

Hippocrates, On the Sacred Disease 17 (tr. W.H.S. Jones):
Men ought to know that from the brain, and from the brain only, arise our pleasures, joys, laughter and jests, as well as our sorrows, pains, griefs and tears. Through it, in particular, we think, see, hear, and distinguish the ugly from the beautiful, the bad from the good, the pleasant from the unpleasant, in some cases using custom as a test, in others perceiving them from their utility. It is the same thing which makes us mad or delirious, inspires us with dread and fear, whether by night or by day, brings sleeplessness, inopportune mistakes, aimless anxieties, absent-mindedness, and acts that are contrary to habit.

εἰδέναι δὲ χρὴ τοὺς ἀνθρώπους, ὅτι ἐξ οὐδενὸς ἡμῖν αἱ ἡδοναὶ γίνονται καὶ εὐφροσύναι καὶ γέλωτες καὶ παιδιαὶ ἢ ἐντεῦθεν, καὶ λῦπαι καὶ ἀνίαι καὶ δυσφροσύναι καὶ κλαυθμοί. καὶ τούτῳ φρονέομεν μάλιστα καὶ βλέπομεν καὶ ἀκούομεν καὶ διαγινώσκομεν τά τε αἰσχρὰ καὶ καλὰ καὶ κακὰ καὶ ἀγαθὰ καὶ ἡδέα καὶ ἀηδέα, τὰ μὲν νόμῳ διακρίνοντες, τὰ δὲ τῷ συμφέροντι αἰσθανόμενοι. τῷ δὲ αὐτῷ τούτῳ καὶ μαινόμεθα καὶ παραφρονέομεν, καὶ δείματα καὶ φόβοι παρίστανται ἡμῖν, τὰ μὲν νύκτωρ, τὰ δὲ καὶ μεθ᾿ ἡμέρην, καὶ ἀγρυπνίαι καὶ πλάνοι ἄκαιροι, καὶ φροντίδες οὐχ ἱκνεύμεναι, καὶ ἀγνωσίαι τῶν καθεστώτων καὶ ἀηθίαι.



<< Home
Newer›  ‹Older

This page is powered by Blogger. Isn't yours?